Τετάρτη 24 Οκτωβρίου 2018

Μ.Βασίλειος περί Κοινοβιακού Μοναχισμού


ΜΟΝΑΧΙΣΜΟΣ-ΚΟΙΝΟΒΙΟΝ
Κοινωνίαν γὰρ βίου τελεωτάτην ἐγὼ καλῶ, ἐν ᾗ κτήσεως μὲν ἰδιότης ἐξώρισται, γνώμης δὲ ἐναντίωσις ἀπελήλαται, ταραχὴ δὲ πᾶσα, καὶ φιλονεικία, καὶ ἔριδες ἐκ ποδῶν ἑστήκασι· κοινὰ δὲ τὰ σύμπαντα, ψυχαί, γνῶμαι, σώματα, καὶ ὅσοις τὰ σώματα τρέφεται καὶ θεραπεύεται· κοινὸς ὁ Θεός, κοινὸν τὸ τῆς εὐσεβείας ἐμπόρευμα, κοινὴ ἡ σωτηρία, κοινὰ τὰ ἀγωνίσματα, κοινοὶ οἱ πόνοι, κοινοὶ οἱ στέφανοι, εἷς οἱ πολλοί, καὶ ὁ εἷς οὐ μόνος, ἀλλ᾿ ἐν πλείοσι.
Τί ταύτης τῆς πολιτείας ἴσον; τί δὲ μακαριώτερον; τί τῆς συναφείας καὶ τῆς ἑνώσεως ἀκριβέστερον; τί τῆς τῶν ἠθῶν καὶ τῶν ψυχῶν συγκράσεως χαριέστερον; Ἄνθρωποι ἐκ διαφόρων γενῶν καὶ χωρῶν κινηθέντες εἰς τοσαύτην ἀκρίβειαν ταυτότητος συνηρμόσθησαν, ὥστε μίαν ψυχὴν ἐν πολλοῖς σώμασι θεωρεῖσθαι, καὶ τὰ πολλὰ σώματα μίας γνώμης ὄργανα δείκνυσθαι. Ὁ ἀσθενῶν τὸ σῶμα πολλοὺς ἔχει τῇ διαθέσει συγκάμνοντας· ὁ νοσῶν καὶ καταπίπτων τῇ ψυχῇ πολλοὺς ἔχει τοὺς ἰωμένους καὶ συνδιανιστῶντας αὐτόν. Ἀλλήλων ἰσόδουλοι, ἀλλήλων κύριοι, καὶ ἐν τῇ ἀμάχῳ ἐλευθερίᾳ τὴν ἀκριβεστέραν δουλείαν ἀλλήλοις ἀντεπιδείκνυνται, ἣν οὐκ ἀνάγκη περιστάσεως πρὸς βίαν ἐπήγαγε, πολλὴν φέρουσα τοῖς ἁλοῦσι τὴν ἀθυμίαν, ἀλλὰ γνώμης τὸ αὐθαίρετον μετ᾿ εὐφροσύνης ἐδημιούργησεν· ἀγάπης τοὺς ἐλευθέρους ὑποτασσούσης ἀλλήλοις, καὶ τῷ αὐθαιρέτῳ τὸ ἐλεύθερον φυλαττούσης. Τοιούτους ἡμᾶς ἐξ ἀρχῆς ὁ Θεὸς εἶναι βεβούληται, καὶ ἐπὶ τούτοις ἐδημιούργησεν. Οὗτοι τὸ ἀρχαῖον ἀνακαλοῦνται καλόν, τοῦ ἀρχιπάτορος Ἀδὰμ τὴν ἁμαρτίαν ἐπικαλύπτοντες. Διαίρεσις γάρ, καὶ διάστασις, καὶ πόλεμος οὐκ ἂν ἦν ἐν ἀνθρώποις, μὴ τῆς ἁμαρτίας διατεμούσης τὴν φύσιν. Οὗτοι ἀκριβεῖς μιμηταὶ τοῦ Σωτῆρος καὶ τῆς κατ᾿ αὐτὸν ἐν σαρκὶ πολιτείας ὑπάρχουσιν. Ὥσπερ γὰρ ἐκεῖνος, χορὸν μαθητῶν συστησάμενος, κοινὰ τὰ πάντα, καὶ κοινὸν ἑαυτὸν τοῖς ἀποστόλοις παρέσχηκεν· οὕτω καὶ οὗτοι τῷ καθηγουμένῳ πειθόμενοι, οἵγε καλῶς τὸν κανόνα τοῦ βίου διαφυλάσσοντες, τὴν τῶν ἀποστόλων καὶ τοῦ Κυρίου πολιτείαν μετ᾿ ἀκριβείας μεμίμηνται. Οὗτοι τὴν τῶν ἀγγέλων ζωὴν ἐζηλώκασι, τὸ κοινωνικόν, ὥσπερ ἐκεῖνοι, δι᾿ ἀκριβείας φυλάξαντες. Οὐκ ἔστιν ἐν ἀγγέλοις ἔρις οὐ φιλονεικία, οὐκ ἀμφισβήτησις· ἕκαστος τὰ πάντων ἔχει, καὶ πάντες ὁλόκληρα παρ᾿ ἑαυτοῖς τὰ καλὰ ταμιεύονται. Οὐ γάρ ἐστιν ὕλη ἐμπερίγραπτος ὁ τῶν ἀγγέλων πλοῦτος, δεομένη τομῆς, ἥνικα ἂν αὐτὴν πλείοσιν ἐπινέμεσθαι δέῃ· ἀλλ᾿ ἄϋλος ἡ κτῆσις, καὶ διανοίας ὁ πλοῦτος.
Καὶ διὰ τοῦτο παρ᾿ ἑκάστοις ὁλόκληρα τὰ καλὰ μένοντα πάντας ἰσοτίμως πλουσίους ἐργάζεται, ἀναμφισβήτητον αὐτοῖς καὶ ἄμαχον τὴν οἰκείαν κτῆσιν παρέχοντα. Θεωρία γὰρ τοῦ ἀνωτάτου καλοῦ, καὶ ἀρετῶν σαφεστάτη κατάληψις, τῶν ἀγγέλων ἐστὶ θησαύρισμα, πρὸς ἃ βλέπειν ἅπασιν ἔξεστιν, ὁλόκληρον αὐτῶν τὴν γνῶσιν καὶ τὴν κτῆσιν ἑκάστου λαμβάνοντος. Τοιοῦτοι οἱ κατὰ ἀλήθειαν ἀσκηταί, οὐ τῶν γηΐνων μεταποιούμενοι, ἀλλὰ τῶν οὐρανίων ἀμφισβητοῦντες, καὶ ἀμερίστοις διανομαῖς τὰ αὐτὰ οἱ πάντες παρ᾿ αὐτοῖς ἕκαστος ὁλόκληρα θησαυρίζοντες. Ἀρετῆς γὰρ ἡ κτῆσις, καὶ κατορθωμάτων ὁ πλοῦτος, καὶ πλεονεξία ἐπαινετή, καὶ ἀδάκρυτος ἁρπαγή, καὶ ἀπληστία στεφανουμένη, καὶ ὁ μὴ βιαζόμενος ἔνοχος. Πάντες ἁρπάζοντες, καὶ οὐδεὶς ἀδικούμενος, καὶ διὰ τοῦτο εἰρήνη τῷ πλούτῳ βραβεύουσα. Οὗτοι τῆς ἐπηγγελμένης βασιλείας τὰ ἀγαθὰ προαρπάζουσι, τὴν ἐνάρετον ἑαυτῶν πολιτείαν καὶ κοινωνίαν ἀκριβὲς μίμημα τῆς ἐκεῖσε διαγωγῆς καὶ καταστάσεως παριστῶντες. Οὗτοι τὴν ἀκτησίαν τελείως κατώρθωσαν, οὐδὲν ἴδιον ἔχοντες, ἀλλήλων δὲ τὰ πάντα. Ἡλίκων ἡμῖν ἀγαθῶν ἡ τοῦ Σωτῆρος ἐνανθρώπησις πρόξενος γέγονε, σαφῶς οὗτοι τῷ βίῳ τῶν ἀνθρώπων ὑπέδειξαν, τὴν διεῤῥωγυίαν τῶν ἀνθρώπων φύσιν, καὶ εἰς μυρία κατατμηθεῖσαν, τό γε ἐπ᾿ αὐτοῖς, πάλιν συνάγοντες πρὸς ἑαυτήν τε καὶ πρὸς τὸν Θεόν. Τοῦτο γὰρ τὸ κεφάλαιον τῆς τοῦ Σωτῆρος κατὰ σάρκα οἰκονομίας, ἵνα τὴν ἀνθρωπίνην φύσιν πρὸς ἑαυτήν τε καὶ πρὸς ἑαυτὸν συναγάγῃ, καὶ τὴν πονηρὰν κατατομὴν ἐξελών, τὴν ἀρχαίαν ἀνακαλέσηται ἕνωσιν· καθάπερ τις ἄριστος ἰατρὸς σῶμα κατὰ πολλὰ μέρη διαιρεθὲν φαρμάκοις σωτηρίοις ἀνασυνδέων.
Καὶ ταῦτα διῆλθον, οὐχ ἵνα φιλοτιμήσωμαί τι, καὶ τοῖς λόγοις ἐπάρω τὰ τῶν κοινοβιακῶν κατορθώματα (οὐ γὰρ τοσαύτη δύναμις τῶν ἐμῶν λόγων, ὥστε τὰ μεγάλα σεμνύνειν, τουναντίον δὲ μᾶλλον καὶ ἀμαυροῦν τῇ περὶ τὴν διήγησιν ἀσθενείᾳ) ἀλλ᾿ ἵνα, ὡς οἷόν τε, διέλθω καὶ ἐπιδείξω τὸ τοῦ κατορθώματος ὕψος καὶ μέγεθος। Τί γὰρ ἂν εἰς ἴσον ἔλθοι τῷ καλῷ τούτῳ διὰ συγκρίσεως; Ὅπου γὰρ πατὴρ μὲν εἷς μιμούμενος τὸν ἄνω Πατέρα, παῖδες δὲ πολλοὶ νικᾷν ἐσπουδακότες ἀλλήλους ταῖςπερὶ τὸν προστάτην εὐνοίαις...
Μ.Βασιλείου. Ἀσκητικαὶ Διατάξεις. PG.31, 1381-1388

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου